Antirrhétique contre Galien (texte grec)

Ce texte a été édité par les soins de Marie Cronier, Alessia Guardasole, Caroline Magdelaine et Antoine Pietrobelli (on trouvera l’apparat de ce texte dans Galenos 9 (2015).

Συμεὼν μαγίστρου καὶ φιλοσόφου τοῦ Σὴθ τοῦ Ἀντιοχέως, ἀντιρρητικὸς πρὸς Γαληνόν

1. Πρὶν μὲν ὁμιλῆσαι, Γαληνέ, τοῖς θεῖόν τί σε χρῆμα λογιζομένοις, ὑπελάμβανον ὡς καὶ οἱ μετρίως μετασχόντες λογισμοῦ διακρίνουσιν, ὅσον τὸ διάφορον τοῦ προφορικοῦ σου λόγου καὶ τοῦ ἐνδιαθέτου ἐν πολλοῖς τῶν συγγραμμάτων, σεαυτοῦ ἐναντιουμένου καὶ χρωμένου οἷς χρᾶσθαι ἀποτρέπεις τοὺς ἀντικειμένους σοι. Ἤλπιζον δὲ ὡς ὁ καιρὸς συνεργήσει μοι ὥστε μὴ εἰς ἀντιλογίας καὶ ἔριδας χωρεῖν, τῷ δεδιέναι μή ποτε ταὐτόν τί σοι πάθω, ὁπηνίκα τῇ πολυλογίᾳ ἐχρήσω.

2. Ἐπεὶ δ’ <εἶδόν> σε ἀρτίως παρὰ πολλῶν δοξαζόμενον καὶ ἐπὶ γλώττῃ σχεδὸν πάντων κείμενον καὶ ἄπταιστον πάντῃ λογιζόμενον καὶ ὑπὲρ ἄνθρωπον εὐφημούμενον, ἐδέησέ μοι τοῖς σοῖς προδιαλεχθῆναι ὁπαδοῖς, οὓς εἴπερ ἑώρακας οὐκ ἂν ἐπ’ αὐτοῖς εὐηρέστησας, ὥσπερ οὐδ’ ἐγώ, καὶ παραγαγεῖν κεφάλαιά τινα τῶν σῶν συγγραμμάτων καὶ ἀνατρέψαι ταῦτα μεθόδοις ἀποδεικτικαῖς, αἷς ἄν, εἰ παρῆς, συνωμολόγεις, εἴπερ φιλαλήθης ὑπάρχεις, ὡς σεαυτὸν ἐπαινεῖς, καὶ μὴ ἑπόμενος τῇ τῶν πολλῶν διαθέσει τε καὶ δόξῃ. Καλῶς γὰρ προῃροῦ τὸν θάνατον τοῦ μὴ μετὰ τοιούτων ζῆν.

3. Καὶ πρῶτόν γέ σοι διαλέξομαι περὶ ὧν συνεγράψω ἐν ᾗ ὑπέσχου βίβλῳ διδάξαι, “τίνες εἰσὶν αἱ δυνάμεις καὶ πόσαι καὶ τίνες αὐτῶν αἱ ἐνέργειαι”, ὧν ἔφης ἀδύνατον διαγνῶναι τὸν ἀριθμὸν τὸν μήπω τὴν ἀνατομὴν προησκηκότα, ὡς ἰσαρίθμων οὐσῶν τοῖς στοιχειώδεσι μορίοις. Εἶπας δὲ περὶ τῶν ἐνεργειῶν αὐτῶν, ἃ κατὰ μέρος προσθήσω. Καὶ πρῶτον ἐπαπορήσω περὶ ὧν ἔφης, Γαληνέ, ὡς “ἡ γένεσις οὐχἁπλῆ τις ἐνέργεια τῆς φύσεως, ἀλλ’ ἐξ ἀλλοιώσεώς τε καὶ διαπλάσεώς ἐστι σύνθετος. Ἵνα <μὲν> γὰρ ὀστοῦν γένηται καὶ νεῦρον καὶ φλὲψ καὶ τῶν ἄλλων ἕκαστον, ἀλλοιοῦσθαι χρὴ τὴν ὑποβεβλημένην οὐσίαν, ἐξ ἧς γίνεται τὸ ζῷον· ἵνα δὲ καὶ σχῆμα τὸ δέον καὶ θέσιν καὶ κοιλότητάς τινας καὶ ἀποφύσεις καὶ συμφύσεις καὶ τἄλλα τὰ τοιαῦτα κτήσηται, διαπλάττεσθαι χρὴ τὴν ἀλλοιουμένην οὐσίαν, ἣν δὴ καὶ ὕλην τοῦ ζῴου καλῶν ὡς τῆς νεὼς τὰ ξύλα, καὶ τῆς εἰκόνος τὸν κηρὸν οὐκ ἂν ἀμάρτοις”. Λέγω οὖν ὅτι διὰ τούτων τῶν λόγων, πόρρω που τοῦ εἰκότος ἐκπέπτωκας· ὑπὸ γὰρ τῆς τῶν τοιούτων ῥημάτων ψυχρότητος καὶ τὰ ἄρθρα φρίττουσι. Τίς γὰρ οὐκ οἶδεν ὡς τῇ γεννήσει εὐθὺς καὶ ἀλλοίωσις ἕπεται ; Ὅτι δὲ ἄλλο μὲν ποιητικὸν παρεισάγεις τῆς ἀλλοιώσεως, ἕτερον δὲ τῆς διαπλάσεως, καὶ ὡς αὕτη μὲν δι’ἄλλης, ἐκείνη δὲ δι’ ἑτέρας ἐπιτελεῖται δυνάμεως δοξάζεις, τῇ οἰκείᾳ δόξῃ ἀντιπίπτεις. Οἴδαμεν γὰρ ὡς πέρας τῆς ἀλλοιωτικῆς κινήσεώς ἐστι τὸ εἶδος, ἐφ’ ὃ καταντᾷ τὸ ἀλλοιούμενον. Τοῦτο γὰρ καὶ Ἀριστοτέλης ἀποδείκνυσιν, ἐφ’ ᾧ καὶ αὐχεῖς, συγκαταλέγων σεαυτὸν τοῖς θιασώταις αὐτοῦ.

4. Εἰ δὲ βουληθείημεν ὑπεραπολογήσασθαί σου λέγοντες ὡς τὸ εἶδος πέρας ἐστὶν ἀεὶ τῆς ἀλλοιωτικῆς, ἔδει πως τὸ ἀλλοιούμενον ὑπὸ ἓν εἶδος τελεῖν· ἀνοικείως <δὴ> ταῖς ἀποδεικτικαῖς μεθόδοις ἀπολογησόμεθα. Δῆλον γὰρ ὡς πᾶν τὸ ἀλλοιούμενον δι’ ἰδίου ποιητικοῦ ἀλλοιοῦται, ἢ δι’ οἰκείας αὐτῷ δυνάμεως, μὴ πόρρωθεν ἴωμεν. Ἄτοπον δὲ τὸ φάσκειν πᾶν τὸ ἀλλοιούμενον δεῖσθαι δύο δυνάμεων, τῆς μὲν ἀλλοιούσης τοῦτο, τῆς δὲ διαπλαττούσης. Ἴσμεν γὰρ ὡς ἓν τὸ κινοῦν καὶ πρὸς ἕν, καὶ ὡς ἡ ἀλλοίωσις ὁδός τίς ἐστιν, ἡ δὲ διάπλασις τέλος πρὸς ὃ τὸ κινοῦν ἐπείγεται. Εἰ δὲ εἴπῃς περὶ τοῦ σχήματος τὸν λόγον εἰρῆσθαι, οὐδ’ οὕτω τὸ ἄτοπον ἐκφεύξῃ. Οὐ γὰρ διὰ τοῦτο ἔφης τὴν γέννησιν εἶναι, εἰ καὶ ἕτερον ἔχει, ἢ ποιητικὴν εἰ βούλει δύναμιν ἑτέραν.

5. Ἔφης δὲ προϊὼν ὡς “καθ’ ἑκάτερον τῶν χιτώνων τῆς τε γαστρὸς καὶ τοῦ στομάχου καὶ τῶν ἐντέρων καὶ τῶν ἀρτηριῶν, ἰδία ἡ ἀλλοιωτικὴ δύναμις ἡ ἐκ τοῦ παρὰ τῆς μητρὸς ἐπιμηνίου γεννήσασα τὸ μόριον” ὃ δὴ καὶ πάντῃ ἀσύνετον· πῶς γὰρ ἡ δύναμις ἡ τὸ μόριον ἀπογεννήσασα παρέσται τούτῳ ἀεὶ ὑπουργοῦσα; Ἀλλὰ καὶ Ἀριστοτέλει ἐπεγγελάσας λέγοντι τὰ μόρια πάντα ἐκ τοῦ καταμηνίου ἀπογεννᾶσθαι, καὶ ἀποφηνάμενος ταῦτα ἐκ τοῦ σπέρματος μόνου γίνεσθαι, σεαυτῷ πάνυ ἐνταῦθα ἠναντίωσαι.

6. Καὶ κατὰ Ἐρασιστράτου δὲ γράφων, ὡς διανοουμένου περὶ τῆς κύστεως ὥσπερ σπογγιᾶς τινὸς ἢ ἐρίου ἀλλ’ οὐ σώματος ἀκριβῶς πυκνοῦ καὶ στεγανοῦ δύο <χιτῶνας> ἰσχυροτάτους κεκτημένου καὶ μετ’ ὀλίγον “τὸν ἔξωθεν” λέγων “χιτῶνα τῆς κύστεως ἀπὸ τοῦ περιτοναίου πεφυκότα, τὴν αὐτὴν ἐκείνῳ φύσιν ἔχειν, τὸν δὲ ἔνδοθεν τὸν αὐτῆς τῆς κύστεως ἴδιον πλέον ἢ διπλάσιον ἐκείνου τὸ πάχος ὑπάρχειν καὶ τὰ ἑξῆς”, ἐν ἄλλοις μονοχίτωνα τὴν κύστιν ἀποφαίνῃ πολλάκις. Διὸ οὐ χρεία μοί ἐστι τοὺς σοὺς παρεισάγειν περὶ τούτου λόγους.

7. Kαὶ μὴν πρὸς τῇ ἀρχῇ τοῦ δευτέρου λόγου οὑτωσὶ λέγεις· “Ἠναγκάσθημεν οὖν πάλιν, κἀνταῦθα καθάπερ ἤδη πολλάκις ἔμπροθεν, ἑλκτικήν τινα δύναμιν ὁμολογῆσαι κατὰ τὸ σπέρμα. <Τί δ’ ἦν τὸ σπέρμα>; Ἡ ἀρχὴ τοῦ ζῴου δηλονότι ἡ δραστική, ἡ γὰρ ὑλικὴ τὸ καταμήνιόν ἐστι”. Καὶ πῶς ἐπελάθου, Γαληνέ, ὧν ἔφης περὶ τῆς μίξεως ἀμφοτέρων τῶν σπερμάτων καὶ ὡς διὰ ταῦτα οἱ μὲν πατρόμοιοι, οἱ δὲ μητρόμοιοι γίνονται;

8. Εἶτα προϊὼν γράφεις ὡς τῇ γαστρὶ “καθαπερεί τινι λέβητι περίκεινται πυρὸς ἑστίαι πολλαί”, αἷς συγκατηρίθμησαι τὸν σπλῆνα. Καὶ μετὰ ταῦτα λέγεις ὡς “ἑκάστου τῶν κινουμένων ὀργάνων κατὰ τὰς τῶν ἰνῶν θέσεις αἱ κινήσεις εἰσίν”· εἶτα ἐπάγεις, “καὶ διὰ τοῦτο ἑκάστῳ μὲν τῶν ἐντέρων στρογγύλαι καθ’ ἑκάτερον τῶν χιτώνων αἱ ἶνές εἶσι. Περιστέλλονται γὰρ μόνον, ἕλκουσι δὲ οὐδέν. Ἡ δὲ γαστὴρ τῶν ἰνῶν τὰς μὲν εὐθείας ἔχει χάριν ὁλκῆς καὶ τὰ ἑξῆς”. Σὺ οὖν ἀεὶ φάσκων ὡς “πᾶν τρεφόμενον μόριον δεῖται τῶν τεσσάρων δυνάμεων”, ἐνταῦθα τὴν ἑλκτικὴν τῶν ἐντέρων ἀφαιρεῖς. Πῶς οὖν αὔξει μὴ τρεφόμενα ;

9. Ἀλλὰ καὶ ταῦτα σὺ εἶ ὁ λέγων· “Διὰ τοῦτο δὲ καταπίνειν ῥάδιόν ἐστιν ἢ ἐμεῖν, ὅτι καταπίνεται μὲν ἀμφοῖν τῆς γαστρὸς τῶν χιτώνων ἐνεργούντων, τοῦ μὲν ἐντὸς ἕλκοντος, τοῦ δ’ ἐκτὸς περιστελλομένου τε καὶ συνεπωθοῦντος, ἐμεῖται δὲ θατέρου μόνου τοῦ ἔξωθεν ἐνεργοῦντος”. Ἐπελάθου οὖν ταῦτα διεξιὼν ὧν ἀπεφήνω ὡς ἔνεστιν ἐκκριτικὴ δύναμις ἐν παντὶ ἑλκτικῷ. Ἴσως δ’ ἀπολογήσῃ ὡς μόνος ὁ οἰσοφάγος κατὰ μὲν τὸν<ἕτερον> χιτῶνα ἔχει τὴν ἑλκτικὴν, κατὰ δὲ τὸν ἕτερον τὴν ἐκκρικιτήν, καθὼς ἐξῆς λέγεις· “οὐ γὰρ δὴ μάτην γ’ <ἂν> ἡ φύσις ἐκ δυοῖν χιτώνων ἐναντίως ἀλλήλοις ἐχόντων ἀπειργάσατο τὸν οἰσοφάγον, εἰ μὴ καὶ διαφόρως ἑκάτερος αὐτῶν ἐνεργεῖν ἔμελλεν”.

10. Εἶτα ἐπιφέρεις, ὡς ἡ ἔκκρισις γίνεται εἴτε διὰ τὸ τῇ ποιότητι δάκνον ἢ διὰ τὸ τῷ πλήθει διατεῖνον, καὶ ὡς τοῦτο δῆλον ἐν ταῖς ναυτίαις καὶ τοῖς πρὸς τὸ οὐρεῖν ἐρεθίσμασι. Ἆρα οὖν, Γαληνέ, δοξάζεις ὡς ἡ ναυτία γίνεται δι’ αἴσθησιν τοῦ ἔξωθεν χιτῶνος, καὶ οὐ διὰ τὰ ἐμπεριεχόμενα τῇ γαστρί ;

11. Εἶτα ἀποφαίνῃ μετὰ ταῦτα, ὡς δι’ ὧν φλεβῶν εἰς τὸ ἧπαρ ἀνεδόθη ἡ τροφὴ ἐκ τῆς γαστρός, ἐνδέχεται αὖθις εἰς αὐτὴν ἐκ τοῦ ἥπατος ἕλκεσθαι ταύτην. Καὶ εἰ τοῦτο ἀληθὲς, λοιπὸν τὰ μέρη τῆς γαστρὸς τὰ δι’ αἵματος τρεφόμενα δέχεσθαι τὴν θρέψιν, ἀφ’ ὧν μορίων πέττεται ἐν αὐτῷ, καὶ πάντας τοὺς ἐμοῦντας μετὰ τὴν δευτέραν πέψιν αἷμα ἐμεῖν. Καὶ μετ’ οὐ πολὺ δὴ τὴν ἐκκριτικὴν λέγεις διὰ τῶν ἐγκαρσίων ἰνῶν γίνεσθαι, ἃς πρὸ ὀλίγου τῇ καθεκτικῇ ἀφώρισας.

12. Ἀλλ’ ἐπειδὴ πᾶς σου λόγος πιστεύεται, λέγε ὃ βούλει· ἴσως δὲ διὰ τῶν πρὸς τοὺς σοὺς λόγους ἀντιρρήσεων, ἐπιστρέψω τινὰς τῶν σῶν ὁπαδῶν οὐκ ἐπὶ δόξαν ἑτέρου, ἀλλ’ ἵνα τούτοις ὑποδείξω ὡς οὐδεὶς τῶν ἀνθρώπων ἀναμάρτητος.

Μόνος γὰρ ὁ θεὸς ἀεὶ κατὰ τὸν αὐτὸν τροπὸν ἐνεργεῖ τὸ ἀγαθόν.



Citer ce billet
Antoine Pietrobelli (2016, 29 février). Antirrhétique contre Galien (texte grec). Arabyzantina medica. Consulté le 28 mars 2024, à l’adresse https://doi.org/10.58079/ah8u

Laisser un commentaire

Votre adresse e-mail ne sera pas publiée. Les champs obligatoires sont indiqués avec *

Ce site utilise Akismet pour réduire les indésirables. En savoir plus sur comment les données de vos commentaires sont utilisées.